Ancient Greek
Ἀναβιοῦντες ἢ Ἁλιεύς.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 51
Not analysed yet
ἀλλ’* ἢν ἰδού] ἠθικὸν ἐπίφθεγμα τοῦτο καὶ ἀφελές· καὶ ἔστι δεικτικὸν ἠνί τὸ ὁλόκληρον· ἐκτέθλιπται γάρ. ~BCVΦΩ ἄγραν*] ⸤πρ⸥οσυπακουστέον τὸ πάρεχε. ⸤ἔστι δὲ καὶ⸥ τοῦτο ἠθικόν, ὥσπερ καὶ τὸ ἀλλ’ ὅ⸤πως⸥ μὴ πλήξῃς· προσυπακούε⸤ται γὰρ⸥ τὸ σκόπει. ~⸤Β⸥VΦΩ φέρ’ ἴδω κτλ.] εὐφυῶς μάλα καὶ τόδε διεκωμῴδησε τῶν βουλομένων μὲν τὴν Χρυσίππου αἵρεσιν μετιέναι τοῦ παντὸς μάλιστα ταῖς διαλεκτικαῖς ἐρεσχηλίαις λαλιστάτου, οὐκ ἐχόντων δὲ ὅτι καὶ εἴποιεν τῶν αὐτοῖς περιεχομένων. ~B