Ancient Greek
30 to 48
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 30-3-48
Not analysed yet
τῶν καθ’ ἡμᾶς κτλ.] τὶ ταῦτα τοῖς καθ’ ἡμᾶς ἔοικε μοναχοῖς. ~B τούτου* τὸν ἐπώνυμον] Διογένους τοῦ Κυνικοῦ. ~V ἐπὶ μισθῷ διδάσκουσι κτλ.] ὡραῖον. ~ΓV μέσους αὐτοὺς κτλ.] ὡραῖον. ~ΓV πυρριχίζειν] εἶδος ὁρχήσεως ἡ πυρρίχη σύντονον. ~BVφUΩ Ἡρακλῆς* —καὶ πίθηκος] παροιμία ἐπὶ τῶν πάντῃ παρηλλαγμένων καὶ ἀσυμβάτων πραγμάτων, καθότι ⸤ἥρως⸥ μὲν Ἡρακλῆς καὶ αὐτόχρημα ἀνδρεῖος, ⸤οἱ⸥ πίθηκοι δὲ οὔτε ἀνδρείαν ἔχοντες καὶ ⸤κατα⸥γέλαστοι καὶ εὐφώρατοι ἀνδρείαν ⸤ὑ⸥ποκρίνεσθαι εἰσαγόμενοι. ~⸤B⸥CVφΩ Ἰλιέων] τὸ Ίλιον πόλις ἐστὶ Φρυγίας, τῆς Ὁμήρου τὸ κεφάλαιον 10 δραματουργίας. ~BΚ τραγῳδὸν κτλ.] ὡραῖον. ~ΓV καὶ αὐτός] ἐκ Διογένους ὁ λόγος. ~B Τάλω*] ὁ μὲν Τάλως ἥρως παλαιὸς ἐν τῇ Ἀκροπόλει τεθαμμένος, τὸ δὲ Ἀνάκειον τῶν Διοσκούρων τὸ ἱερόν· Ἄνακες γὰρ οἱ Διόσκουροι λέγονται. ~VBφΩ αὐτοπυριτῶν*] αὐτοπυρίτης ἄρτος ὁ λιτὸς καὶ σχεδίως ὠπτημένος ἢ πρὸς ἥλιον ἢ πρὸς τῇ σποδιᾷ, ὃν καὶ ἐγκρυφίαν φασίν. ~BCVφΩ τὸ μὲν χρυσίον ὡς φιλάργυροι ἔχοντες ἀνευρίσκονται, τὸ μύρον ὡς τρυφᾶν εἰωθότες, τὸ κάτοπτρον ὡς εὐθετίζοιεν τὸ πρόσωπον ἐπὶ τὸ σεμνότερον καὶ τὴν ὑπήνην, οἱ κύβοι δὲ δεῖγμα σχολῆς ἀκαίρου καὶ ἀκολάστου διαίτης. ~BVφΩ ἰσχάδας μοι δὸς ἀνύσασα: περιττὸν τὸ ἀνύσασα, Ἀττικὸν μέντοι· αὐτοὶ γὰρ καὶ παίζεις ἔχων φασὶ καὶ ἑκὼν εἶναι καὶ ἄλλα τούτοις παραπλήσια. ~CBVΩ ἐκ τῶν βραγχίων ἀπηρτημένος] σημείωσαι, πῶς ἐχρήσατο τῷ ἀπηρτημένος, ὁμοίως καὶ τῷ μὰ Δί’. ~B