Ancient Greek
Πῶς δεῖ ἱστορίαν συγγράφειν.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 53-2
Not analysed yet
ὁπόταν δὲ καὶ φροιμιάζηται κτλ.] περὶ προοιμίων ἱστορίας. ἔργα γὰρ τοῦ προοιμίου τρία ταῦτα, τὸ προσοχὴν καὶ εὐμάθειαν καὶ εὔνοιαν ἀπεργάσασθαι, ὧν τὰ δύο προδηλότατά ἐστι τῶν ἀκροατῶν, εὐμάθεια καὶ εὔνοια. τὸ μὲν οὖν τὸν ῥήτορα ὠφελήσει, ἡ εὔνοια, ἵν’ εὐμενῶς δέξοιντο οἱ ἀκροαταὶ τοὺς λόγους αὐτοῦ. καὶ ἡ εὐμάθεια δὲ πρὸς τῶν ἀκροατῶν ἐστιν· ἐκείνους γὰρ ὀνίνησι τοῦτο ὥσπερ καὶ ἡ προσοχή, ὁ μάλιστα μεγαλονοίας δεήσεται ῥήτορος εἰδότος καὶ τὰ σμικρὰ μεγάλα δεῖξαι καὶ ὡσπερεὶ δελέατι τοὺς ἀκροατὰς ἑλεῖν. κατὰ δὲ δεύτερον λόγον καὶ ἡ εὐμάθεια ἀπὸ τῆς τοῦ ῥήτορος ἐντρεχείας γενήσεται, ἐπ’ ὠφελείᾳ μέντοι καὶ αὐτὴ τῶν ἀκροατῶν. ὥστε τριῶν ὄντων μόνη ἡ εὔνοια τὸν ῥήτορα ὠφελήσει, τὰ γὰρ λοιπὰ δύο τοὺς ἀκροατάς· διὸ καὶ ἐν ταῖς ἱστορίαις ἐκλείπει, ὅτι μὴ ἑαυτῷ τότε ὁ ῥήτωρ ἀλλὰ τοῖς ἀκροαταῖς ἐργάζεται. ~ERΔ