Ancient Greek
54 to 62
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 54-2-62
Not analysed yet
ἐξίτηλα*] ἀφανῆ, εὐτελῆ. καὶ ἔξωθεν βαφῆς. ἢ ἀντὶ τοῦ φαῦλα. ~Δ πέμμασι*] πέμματα οἱ πλακοῦντες. ~Δ σαπέρδην*] τινὲς σαπέρδην φασὶ τεμάχιον τεταριχευμένον ἰχθύος· οἱ γὰρ Ποντικοὶ τὸν κορακῖνον ἰχθὺν σαπέρδην καλοῦσιν· οἱ δὲ τὰς ἀφύας ἤτοι τὰς παρὰ τοῖς πολλοῖς ἐγγραύλεις λεγομένας ἢ τὰ τῶν μηρῶν ἐξῃρημένα κωληνάρια, οἱ δὲ τὰ τῶν συῶν ἢ προβάτων πτύχια, ἅπερ χορδὰς καλοῦσιν. ~Δ λιχνείαν*] λιχνεία πύκνωσις καὶ λίχνος λέγεται ὁ προαπτόμενος τῶν ὄψων. ~Δ ὁρᾷς τὸν Κνίδιον κτλ.] περὶ τοῦ τὴν Φάρον τὴν ἐν Ἀλεξανδρείᾳ κτίσαντος. ~EΔ