Ancient Greek
Φάλαρις α′.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 6
Not analysed yet
μεταστειλάμενος] μηνύσας καὶ ἀγαγών. ~φ —]πέμψας, εὐσταλῶς ἐπελθών, ὁδεύσας. ~ἔξαρνοι*] οἱ τῷ ἀρνεῖσθαι ἐπιμένοντες καὶ ἀρνούμενοι καθόλου. ~Δ τὸ διατελῶ μετὰ μετοχῆς. ~S αἰτιῶνται*] αἰτιατικῇ καὶ γενικῇ. ~S ἀπο τῆς πέτρας] ἡ πἐτρα Ὑάμπεια ἐκαλεῖτο, ἀφ’ ἧς μόνους ὤθουν τοὺς ἱεροσύλους. ἐνταῦθα δὲ λεληθότως διασύρει τοὺς Δελφοὺς ὡς ἀδίκως ἐκ τῆς πέτρας ὤσαντας τὸν Αἴσωπον συκοφαντήσαντας αὐτὸν κρατῆρα χρυσοῦν κεκλοφέναι ἀνατεθειμένον Ἀπόλλωνι. ~Δ κατέσπασε] κατεχάλασε. ~φS ἐπαινέσονται] ἐπαινέσουσιν, ἔστι δὲ Ἀττικόν· ὅ γὰρ κοινῶς ἐπαινέσουσι γράφεται, τοῦτο Ἀττικῶς ἐπαινέσονται. ~S ἐφεστώς ]προεστώς. ~S τυράννους σοφούς] περὶ Περιάνδρου τοῦ Κυψέλου λέγει, ὃς τῶν ἑπτὰ μὲν παρ’ Ἕλλησι σοφῶν εἷς, Κορίνθου δὲ τῆς πρὸς τῷ Ἰσθμῷ Πελοποννήσου τύραννος ἦν. τούτου καὶ ἀπόφθεγμα ἐν Δελφοῖς ἀνέκειτο τοῦτο θυμοῦ κράτει. ἦσαν δὲ καὶ τῶν ἄλλων σοφῶν ἀποφθέγματα, ἃ καὶ αὐτὰ Πυθοῖ ἀνέκειτο, ταῦτα· Κλεοβούλου Λινδίου μέτρον ἄριστον, Χείλωνος Λακεδαιμονίου γνῶθι σαυτόν, Πιττακοῦ δὲ τοῦ Μιτυληναίου μηδὲν ἄγάν, Σόλωνος Ἀθηναίου τέλος ὅρα μακροῦ βίου, Βίαντος δὲ Πριηνέως οἱ πλέονες κακοί, Θάλητος Μιλησίου ἐγγύα, πύρα δ’ ἄτα. ~BφNOSUΩΔ ἀγάλματα*] πάντα, ἐφ’ οἷς τις ἀγάλλεται. ἀγάλματα δὲ λέγει καὶ τὰς γραφὰς καὶ τοὺς ἀνδριάντας. ~Δ πρὸς ἀνάγκην] ἀναγκαστικῶς. ~φS Ὕδρας*] ἐν Λέρνῃ τῇ Ἀργείᾳ κρήνῃ ἀνεφύη ἡ Ὕδρα, ἥτις δρακόντων κεφαλὰς παμπληθεῖς εἶχεν. ἂς Ἡρακλῆς ὁρῶν τεμνομένας καὶ αὖθις βλαστούσας καὶ ἀναφυομένας ἐκέλευσεν Ἰόλαον ὑποτύφειν τὰς καινουμένας. ἧς καὶ Ἄδραστος ἐν τῇ κατὰ Θηβῶν ἐκστρατείᾳ τὸ ἐκτύπωμα ἐν τῷ σάκει περιείλικτο, ὡς Εὐριπίδης Φοινίσσαις [1135] ἑκατὸν ἐχίδναις ἀσπίδ’ ἐκπληρῶν γραφῇ Ὕδρας, οἷον διὰ τῆς γραφῆς τῆς Ὕδρας ἐχίδναις αὐτὴν ἐκπληρῶν τῆς πολυκράνου τὸ εἶδος ἐχίδναις παραθεωρήσας, ὃ δηλοῖ τὸ συγκρίνας, ἀντεξετάσας. ~Δ εἰ* μέλλοιμεν] εἰ θέλ⸤οιμεν⸥. ~⸤S⸥ τῇ ὑποθέσει] τοῖς πράγμασι. ~S φειδόμενον τῶν πλησίον] φείδομαι γενι⸤κῇ⸥. ~⸤S⸥