Ancient Greek
9 to 14
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 9-14
Not analysed yet
εἰ δὲ* δεῖ κτλ.] κατὰ ἔνστασιν. —ὡραῖον πάνυ. ~S καίτοι πόσους κτλ.] κατὰ ἀντιπαράστασιν. ~S προσφέρομαι] διάκειμαι. ~SK ὁποῖος ἐγὼ —κατασκόπους] ἡ ἐπὶ τὴν καθέδραν †δηλοῖ ~SK πευθῆνας*] τοὺς ἔξωθεν εἰς ἡμᾶς ἀπαγγέλλοντάς τι, τοὺς καὶ μανδατοφόρους καλουμένους. ~SK —]πευσταὶ περίεργοι οἵ τε μανδάτορες. ~MΩ ἀμέλει*] παρέλκον τὸ ἀμέλει. ~S ὀθνείους*] ἀλλογενεῖς, ξένους, ἀλλοτρίους. ~Δ ὡς ἐμαυτὸν πείθω] ἐξ οὗ καὶ ὁ θεολόγος φησὶν ὥς γε ἐμαυτὸν πείθω. ~S ὑπὲρ δὲ τοῦ ἀναθήματος] περὶ τοῦ χαλκοῦ ταύρου, ὅπως Φαλάριδι περιεγένετο. ~BSUΩΔ χαλκεύς] ὁ χαλκουργός. ~BUΩΔ χαριεῖσθαι*] χάριν ἐργάσασθαι. ~S μυκηθμοῦ] μυκηθμὸς ἡ τῶν βοῶν φωνή. ~Δ πεμπτέος] ἄξιος εἰς τὸ πεμφθῆναι. ~S λιγυρώτατα*] ὀξυφωνότατα, ἡδύτατα. ~Δ ἐμυσάχθην] ἐμίσησα. ~S ἐξαιρεθῆναι] ἐκβληθῆναι. ~S τὴν ἐπίνοιαν] τὴν ἐπινόησιν. ~S τῶν πρέσβεων] τῶν ἀποκρισιαρίων. ~S ἐν καλῷ τοῦ ἱεροῦ] ἤγουν ἐν καλῷ ἱερῷ. ~S ἀμύνομαι το τιμωρῶ, παθητικῶς και αἰτιατικῇ· τοῦτο δὲ γράφεται πολλάκις καὶ ἐνεργητικῶς. ἀμύνω δὲ τὸ βοηθῶ ἐνεργητικῶς καὶ δοτικῇ. ~S δίκαιοι —πιστεύεσθαι*] ὅπερ γράφεται δίκαιον ὑπάρχει πιστεῦσαι ἡμῖν. ~S προσήσεσθαι*] ἀποδέχεσθαι. ~S ἰδίᾳ*] ἴδιον μὲν λέγεται ἑνὸς ἑκάστου καλὸν ἢ κακόν, δημόσιον δὲ τῶν πάντων ὁμοῦ. ~S