Ancient Greek
Ἀπολογία.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 6-17
Not analysed yet
τοιγαροῦν*] ἀμέλει, ὅθεν δή, οὐκοῦν, διὰ τοῦτο δὴ οὖν. ~Δ κατόπιν*] μετὰ ταῦτα, ἀπὸ τοῦ ὄπισθεν ἰέναι. ~Δ εἰς τὸν κόλπον* πτύσας ]ἀντὶ τοῦ μεγαλαυχούμενος, γαυριῶν ἐφ’ οἷς τῶν εἰς ταῦτα μισθοφορούντων κατεκομψεύου. ~EVφΔ —]⸤παροιμία εἰς τὸν κόλπον πτύειν ἐπὶ τῶν πάνυ μαλακῶν καὶ τεθρυμμένων· τοὺς γὰρ φρονηματίας καὶ ἐπῃρμένους καὶ τοῦτο αὐτὸ μεγα⸥λόφρονας οὐκ εἰς τὸν κόλπον φασὶ πτύειν ἀλλὰ πόρρω· οὓς καὶ ἡ χυδαία λαλιὰ μακροπτύστας καλεῖ διασύρουσα. ~⸤E⸥ C VφΔ