Ancient Greek
Work 80_6
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 6-19
Not analysed yet
ἀπεζήσαμεν*] ⸢ἀποζῆ⸣ν τὸ κατὰ ἀκρί⸢βειαν⸣ ζῆν μόνοις τοῖς ⸢ἀναγκ⸣αιοτάτοις χο⸢ρηγου⸣μένους. ~RC⸢V⸣MSU Ἀδράστεια*]⸢δαίμων ἡ Ἀδράστεια τοῖς πάνυ καυχωμένοις ἐπιτιθεμένη⸣. ~⸢V⸣CRUN ἐνθέ⸢σεις: τὰ σμικρὰ⸣ τοῦ ψ⸢ωμοῦ ἀποτεμαχί⸣σμα⸢τα, ἃ τῷ στόματι⸣ πρ⸢ὸς μέτρον καὶ μέγεθος ἐμβάλλεται. ψωμὸς δὲ τὸ ἀπὸ τοῦ ἄρτου ἀποκλασθέν· ἄρτος γὰρ ἡ ὁλόκληρος μᾶζα⸣. ~RC⸢V⸣MNSU ἄλλο οὐδὲν . . . ζωῆς* μόνον] τοῦτο λέγει, ὅτι τὰ ἄλλα αὐτῆς ἅπόντα οὐδέν· μόνον γὰρ ὅτι ζῇ πιστεύεται. ~⸢V⸣MSU