Ancient Greek
Work 80_7
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 7.1
Not analysed yet
VII. Πανδήμῳ . . . Οὐρανίᾳ] ἀμφότεραι Ἀφροδῖται, ἡ μὲν Πάνδημος, ἡ δὲ Οὐρανία· ᾗτινι Οὐρανίᾳ τετεμένιστο ἐν κήποις. αἶγα δὲ τῇ Πανδήμῳ διὰ τὸ τοῦ ζῴου συνουσιαστικόν τε καὶ πρὸς τὰ ἀφροδίσια ἀκρατές, δάμαλιν δὲ τῇ Οὐρανίᾳ διὰ τὸ σωφρονέστερον καὶ ὅτι ὑπὸ ζυγὸν ἄγεται τὸ ζῷον καὶ οὐκ ἄφετον, ὃ τὴν νόμιμον τοῦ γάμου ὑπαινίττεται συζυγίαν. ἡ πλουτοδότειρα δὲ ἡ Δηώ ἐστιν ἤτοι Δημήτηρ. ~MNSU, cf. Vat. 942 προφάσεις* κτλ.] ⸢ἠθ⸣ικὰ ταῦτά ⸢ἐ⸣στι καὶ ἀφελῆ. ~⸢V⸣ κατὰ* ταῖν θεαῖν] ⸢Κόρη καὶ Δή⸣μήτηρ αἱ ⸢θεαί⸣, ἡ δὲ Ἀθηνᾶ ἡ Πολιάς. ὅρκος δὲ ⸢τοῦτο⸣ Ἀθηναίων, ὡς ⸢Λακε⸣δαιμονίων οἱ ⸢Διόσκουρ⸣οι, ὃ καὶ ⸢ὀμνύου⸣σι νὴ τὼ σιώ. ~R⸢V⸣NSU συμβολήν] ὁ ἔρανος. ~V περιδέραια*] ὁ περιτραχήλιος κόσμος. ~R