Ancient Greek
Ψευδοσοφιστὴς ἢ Σολοικιστής.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 6-4
Not analysed yet
6 νῶι* τοῦτο δοκεῖ κτλ.] τὸ γὰρ νῶι εὐθείας καὶ αἰτιατικῆς, ἀλλ’ οὐ γενικῆς καὶ δοτικῆς, τὸ δὲ δοκεῖ δοτικὴν ἀπαιτεῖ. καλῶς οὖν παίζων αὐτὸν εἴρηκεν ὡς σὺ καὶ νῶιν ἐρεῖς, ὡς ἁμαρτάνομεν ,ἀντιστρέψας τὴν σύνταξιν ἡμῖν ἐρεῖς, ὡς ἁμαρτάνομεν· ἔδει γὰρ εἰπεῖν νῶι ἁμαρτάνομεν, ἐρεῖς, τουτέστιν ἡμᾶς, ἀλλ’ οὐχ ἡμῖν. ~Γ2VΜΟUΩ μιχθεῖσα*] ἐμίχθη γὰρ ἀνήρ, φαμέν, γυναικί, οὐχὶ τὴν γυναῖκα τῷ ἀνδρί. ~VΓ2CΜΟΩ καρῆναι*] τὸ κείρασθαι γὰρ ἐπὶ τοῦ κοσμίως, τὸ δὲ καρῆναι ἐπὶ τοῦ ἀτίμως καὶ μετὰ ὕβρεως. ~Γ2CVMΟΩ ζυγομαχεῖν*] ἐπὶ γὰρ τῶν φιλίως διαλεγομένων ἐρεσχηλεῖν λέγεται ἢ φιλονεικεῖν ἢ ἀμφισβητεῖν, ἐπὶ δὲ τῶν ἐχθρῶς ζυγομαχεῖν ἢ διαδικάζεσθαι. ~Γ2CVMOΩ βασανίζεσθαι*] βάσανος γὰρ ἐπὶ τῆς δοκιμασίας λέγεται καὶ ἐπὶ κολαζομένων διὰ τιμωρητικῶν ὀργάνων. ~Γ2CVMOΩ μελετήσει*] οὐ γὰρ ἀξιοῦσιν Ἀττικοὶ ἐπὶ τοῦ ῥήματος τούτου ἐνεργητικῶς ἐκφέρειν ἀλλὰ παθητικῶς τὸν μέλλοντα· οὐ γάρ φασι μελετήσω ἀλλὰ μελετήσομαι. ~Γ2VMΟΩ