Ancient Greek
Ψευδοσοφιστὴς ἢ Σολοικιστής.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 7-2
Not analysed yet
τεθνήξῃ*] τεθνήξεται γὰρ ἐχρῆν λέγειν ἐπὶ τοῦ τρίτου, ἀλλ’ οὐ τεθνήξῃ ἐπὶ δευτέρου. ~Γ2CVMΟΩ στοχάζομαι*] τὸ γὰρ στοχάζεσθαι ἐπὶ τοῦ ἀκριβοῦν τάττεται τὴν βολὴν ἢ τοῦ τεκμαίρεσθαι. ~Γ2CVΜΟΩ χρᾶσθαι*] ὅτι χρῆσθαι λέγουσιν οἱ Ἀθηναῖοι, οὐχὶ χρᾶσθαι διὰ τοῦ ᾱ. ~ΓCVMΟΩ ἔκτοτε*] ἐξ ὅτου γὰρ τὸ δόκιμον. ~Γ2CVΜΟΩ ἀντιλαμβάνομαι: τὸ γὰρ ἀντιλαμβάνεσθαι Ἀττικοὶ ἐπὶ τοῦ κωλύειν ἢ ἀντέχεσθαι τάττουσι καὶ μάλιστα Πλάτων. ~VΓ2CMΟΩ βαρεῖν] βαρύνω γὰρ λέγουσιν, ἀλλ’ οὐ βαρῶ. ~Γ2 φακόν*] ὁ γὰρ φακὸς ἐφ’ ἑνὸς εἴρηται καὶ ὠμοῦ, ἐπὶ δὲ τοῦ ἑψητοῦ φακῆ λέγεται. ~VΓ2CMΟΩ