Ancient Greek
Ὄνειρος ἢ Ἀλεκτρυών.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 6-7
Not analysed yet
6 δεινόν*] μέγαν, θαυμαστόν. ~ΓV ὑπὲρ τὰ ἐσκαμμένα* ἤδη πηδᾷ] Φάυλλός τις ἐγένετο, ὅστις ἐπήδα πολλά. τῶν οὖν πρὸ αὐτοῦ σκαπτόντων πεν τήκοντα πόδας καὶ τούτους πηδώντων ὁ Φάυλλος ὑπὲρ τοὺς ν′ πάνυ ἐπήδησεν. ἐκράτησεν οὖν ἡ παροιμία ἐπὶ τῶν ὑπὲρ τὸ ὡρισμένον τι ποιούντων ὑπὲρ τὰ ἐσκαμμένα πηδᾶν. ~ΓVΦΩΔ μελιχρός*] ἡδύς. ~ΓV ἀποψήσῃ*] ἀπομάξῃ. ~ΓVΟ ἐλεφαντίνων*] λέγει Ὅμηρος [τ 562] διὰ μὲν τῶν ἐλεφαντίνων πυλῶν τοὺς ψευδεῖς ὀνείρους ἔρχεσθαι, διὰ δὲ τῶν κερατίνων τοὺς ἀληθεῖς. ~VΓΦ τυφλός*] ἱστοροῦσιν Ὅμηρον οἱ μὲν καὶ ἀπὸ γενεᾶς τυφλὸν καὶ τὸ σύμπτωμα ὄνομα τούτῳ γενέσθαι ὁμήρους καλούντων Δωριέων τοὺς τυφλούς. Ἡρόδοτος [c. 3 et 13, Biogr. ,ed. Westermann, p. 2 et 6] μέντοι τὸν Ὁμήρου γράφων βίον οὐκ ἀπὸ γενέσεως τυφλὸν αὐτὸν ἱστορεῖ, ἀλλὰ πολλὴν ἀλώμενον γῆν ἱστορίας χάριν γενέσθαι κατὰ τὴν Ἀττικὴν κἀκεῖ νοσήσαντα χαλεπῶς ὑπὸ τῆς νόσου τὴν ὄψιν ἀποβαλεῖν. ~VCΦΟΩΔ. Addit C: οἱ δὲ Βαβυλώνιον λέγουσιν αὐτὸν καὶ ὁμηρεύσαντα ἤγουν πρεσβεύσαντα πρὸς Ἀθηναίους οὕτω κληθῆναι. ~Μίδα*] λέγεται, ὅτι Μίδας πάνυ ὢν φιλόχρυσος ηὔξατο πᾶν πρᾶγμα, οὗ ἂν ἅψηται, χρυσοῦν γίνεσθαι. φασὶ δέ, ὅτι καὶ ἀπὸ τούτου ἀπέθανεν· καὶ αὐτὴ γὰρ ἡ τροφή, ἧς ἥπτετο, χρυσῆ ἐγίγνετο. ~ΓVΦΟΩ