Ancient Greek
7 to 8
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 7-4-8
Not analysed yet
πολύ: χυδαῖον γὰρ τὸ πολύ. ~VΔ ἄριστον* μὲν ὕδωρ κτλ.] ἡ σύνταξις οὕτως· ἄριστον μὲν τὸ ὕδωρ, ὁ δὲ χρυσὸς καθάπερ τὸ πῦρ ἐν νυκτὶ διαπρέπει κατὰ τὴν ἐξοχὴν τοῦ πλούτου. ~ΓVΦΟΩΔ Εὐκράτης] οὗτος ὁ Εὐκράτης παρ’ Ἀθηναίοις ἦν πλούσιος. ~ΓVφΔ ὑποβεβρεγμένος] ἀντὶ τοῦ μεθύων. ~VΦΔ