Ancient Greek
61 to 70
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 61-2-70
Not analysed yet
ἔχοις ἂν εἰπεῖν κτλ.] ὡραῖον. ~Γ ἐπιρρεῖ* κτλ.] ἄλλην μὲν ἐξαντλοῦμεν, ἡ δ’ ἐπεισρέει [cf. fr. adesp. 89. F. T. G. p. 856 N.] . ~VΓ2ΕC. Addunt ECV: τοῦτο ἡ παροιμία. ~ὅτι φαρμάκῳ κτλ.] ὅτι ἡ φιλοσοφία φαρμάκῳ ὀλεθρίῳ ἔοικεν. ~ΓV ἀλλ’ ἔτι τοῦ μεγίστου κτλ.] ὡραῖον. ~Γ ἀλλὰ κατὰ τοὺς Ἀρεοπαγίτας κτλ.] σημείωσαι. ~ΓV εὑρόντες δὲ οὐδὲν κτλ.] ὡραῖον. ~V τἀληθὲς εὑρεῖν] ἵνα καὶ εὕρῃ, τίς ὢν εὑρήσει, βδελυρώ τατε, ἄνθρωπος ὤν; καὶ τίς τούτῳ πιστεύσει, τῆς ἀνθρώπου φύσεως κατὰ σὲ οὐδ’ ὅλως ἐχούσης τὸ κεκριμένον καὶ ἀδιάπταιστον; ~E ἀπομηκύνων τὸ πρᾶγμα κτλ.] ὡραῖον. ~Ε ὑφ’ ἑκάστων ἢ θαλλῷ κτλ.] σημείωσαι. ~ΓV. Addit V: ὡραῖον σφόδρα. ~τῷ ἐπιτραπεζίῳ* ὕδατι] τῷ ἐπὶ τῆς τραπέζης ἐκχεομένῳ, ὃ διὰ τὴν ἰσορροπίαν καὶ τὸ ἀπαρέγκλιτον τῆς τραπέζης ἐπὶ χώρας μένον καὶ τῆς ἐπιφανείας ἐπανεστηκὸς τῷ τῷ δακτύλῳ ὀχετηγοῦντι αὐτὸ φιλεῖ ἕπεσθαι ῥυτῆς φύσεως ὑπάρχον καὶ ἀτρεμεῖν μὴ πεφυκός. ~VΓ2Ε ἄριστα κρῖναι δυνάμενον κτλ.] ὡραῖον. ~Γ ἐπεὶ καὶ τὰς ἀποδείξεις αὐτὰς κτλ.] ἀλλ’ εἰ τοῦτο, τί καὶ αἱ νῦν αὗται ὑπὸ σοῦ λεγόμεναι ἀμφίβολοι; ~Γ2Ε