Ancient Greek
Ἑρμότιμος ἢ Περὶ αἱρέσεων.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 54-3
Not analysed yet
φασί γέ τοι τῶν πλαστῶν κτλ.] σημείωσαι. ~V ὄνυχα* μόνον λέοντος] ἀπὸ τούτου ἡ παροιμία ἐξ ὀνύχων ὁ λέων. ~VΕ —]τὸν ἐγκεκαλυμμένον λόγον, ὅς ἐστι σοφισματώδης, ἐπ’ οὐδενὶ καταστρέφων χρησίμῳ ἀναλαμβάνει. πλὴν ἔστι καὶ μερικὴ γνῶσις αὐτόπιστος καὶ ἀληθὴς καὶ μηδὲν τοῦ καθόλου δεομένη, ὡς φέρε τοῦ ἀριθμοῦ μέρη ὁ δύο καὶ ὁ τέσσαρα, ὁ δὲ τούτων συνεκτικὸς ὁ δέκα προσεχῶς, ὡς καὶ τοῦ δέκα ὁ ἑκατὸν καὶ τούτου ὁ χίλια κἀκείνου ὁ μύρια. οὐδὲν μέντοι κωλύσει τὸν τὰ δέκα μὴ ἐπιστάμενον ἰδιώτην μηδέ γε τὴν τῶν ἀριθμῶν, ἥτις φύσις αὐτοῖς, τοῦτο γοῦν ἐπίστασθαι ἀπαρεγκλίτως, ὡς μία καὶ μία δύο καὶ δὶς δύο τέσσαρα. ὥστε οὐ πάνυ γενναῖος ὁ διατρέπων τὸν τοιοῦτον λόγον, ὡς, εἰ μὴ τὸ καθόλου τις εἰδείη, οὐδὲ τὸ κατὰ μέρος τοὐναντίον γὰρ ἀπὸ τῶν μερῶν τὸ ὅλον συλλογίζεται καὶ ἡ τῶν κατὰ μέρος ἅθροισις πρὸς γνῶσιν τὸ καθόλου ὑφίστησιν· ἐπεὶ μηδέ τις φύσις τοῦ καθόλου λεγομένου καθ’ ἑαυτὴν ὑφισταμένη. ταύτῃ καὶ ὁ σοφὸς ὑμῶν Ἀριστοτέλης [Anal. post. A 22. 83 a 33] τερετίσματά που τῶν ἑαυτοῦ λόγων φησὶ τὰ καθόλου. ὥστε καὶ ὁ τοῦ λέοντος ὄνυξ αὐτὸ τὸ μέρος γνωσθὲν τῷ Φειδίᾳ ἐξ ἀναλογίας, εἰ καὶ μὴ τὸ εἶδος, τὸ γοῦν μέγεθος παραστῆσαι τοῦ θηρίου οὐδὲν πεποίηκεν ἐμποδών. εἰ δὲ καὶ ἀναλογίαν ἀναιρήσεις, τί ἂν ἄλλο ἢ πρὸς ἄλογον σαυτὸν συνωθήσεις καὶ τῶν ὄντων ἁπάντων ἀνεπαίσθητον ζωήν; καὶ φθόνος οὐδείς σοι τῆς σοφῆς ταύτης ἐμπληξίας, δι’ ἣν καὶ πρὸς τοὺς λύκους ἀποπεμφθήσῃ ὡς Λυκῖνος τῷ ὄντι καὶ ὢν καὶ καλούμενος. ~Γ2ΕV