Ancient Greek
Mυίας ἐγκώμιον.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 7
Not analysed yet
ἀποθανοῦσα* κτλ.] ὅρα, θαυμαστόν. ~V —]ὥσπερ ἡ παρὰ σοῦ ἐγκωμίοις περιστρεφομένη μυῖα οὐκ ἀφίσταται ἀλλ’ ἐφίεται τοῦ δήγματος λιπαρῶς, οὕτω δὴ καὶ αὐτὸς οὐκ ἀπόσχῃ, βωμολόχε, οὐδέποτε τοῦ φλυαρεῖν καὶ ἀποσκώπτειν ἐς ἄνδρας τοὺς ἀγαθούς; ἀλλ’ ἔρρ’ ἐς. μυίας καὶ σκώληκας, κακὴ κεφαλή. ~Δ ἐπαληθεύει* κτλ.] τί παρεξηγούμενος πρὸς τὸ σοὶ βουλητόν, ἀλιτήριε, τὴν διάνοιαν τοῦ ἀνδρὸς ταῖς σαῖς ἀθεμίτοις δόξαις συνυπάγεις τὸν ἄνθρωπον; ἀλλ’ εὖ ἴσθι, ὡς οὐδεὶς στοιχήσει ταύτῃ τῇ θέσει σου, καὶ εἰ μάλα φρενήρης τις ιἦ καὶ ἠλίθιος. ~Δ