Ancient Greek
8 to 12
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 8-2-12
Not analysed yet
καρποῦται*] ἤγουν ἐσθίει, κερδαίνει. ἐκκαρπίζω τὸ καρποὺς συνάγω. τὸ δὲ καρποῦμαι ἐπὶ πολλῶν λέγεται, οἷον καρποῦμαι δόξαν ἢ πλοῦτον ἢ ἄλλο τι. ~M ἐρεσχελοῦσα] γίνεται ἀπὸ τοῦ ἐρᾶν καὶ τοῦ λέσχης. ἐρεσχελία δὲ ἡ φλυαρία, παρὰ τὸ ἔριν ἐν τοῖς χείλεσιν ἔχειν. ~Δ φθονεῖν] φθονῶ σοι τοῦδε ἤγουν ἕνεκα τοῦδε. ~M Ἑρμοῦ καὶ Ἀφροδίτης παῖδα] τὸν αἰσχρὸν Ἑρμαφρόδιτον, ~BNΔ