Ancient Greek
Ἰκαρομένιππος ὑπερνέφελος.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 7-5
Not analysed yet
ἄγνωμον*] ἀνόητον. ~ΓVΦΔ μύδρον* —τὸν ἥλιον] σίδηρον πεπυρωμένον. ~ΓVΦUΩΔ. Addunt UΩ :τοῦτο δὲ εἶπεν ὁ Ἀναξαγόρας ἐπὶ τοῦ ἡλίου· διὸ καὶ οἱ Ἀθηναῖοι ἀνελεῖν ἐπεχείρησαν ὡς ἀσεβήσαντα, διὸ διὸ καὶ οἱ Ἀθηναῖοι ἀνελεῖν ἐπεχείρησαν ὡς ἀσεβήσαντα ,εἰ μὴ ὁ φίλος Περικλῆς αὐτὸν ὑπερησπίσατο. ~εἰ ἐν γειτόνων* ἐστί] εἰ γειτονοῦσιν ἀλλήλοις καὶ πλησιάζουσιν. ~ΓVΦΩΔ οἱ δὲ κτλ.] ὅρα τὴν Λουκιανοῦ ἀθεότητα. ~ΓVΦUΔ, cf. φ ἐτεκταίνετο*] κατεσκεύαζεν. ~ΓV περί τε ἰδεῶν] εἰς Πλάτωνα καὶ Ἀριστοτέλην αἰνίττεται. ~ΓVΦΩΔ πέρατός τε καὶ ἀπείρου*] δύο γὰρ ταῦτα, τὸ πέρας τε καὶ τὴν ἀπειρίαν, αἴτια εἶναί φασιν οἱ μαθηματικοὶ τῆς τοῦ παντὸς γενέσεως⸣ ,τοῦ πέρατος μὲν εἰδοποιοῦντος καὶ ἐπὶ στάσιν ἄγον⸢τος τὰ γινόμενα καὶ περιορίζον⸣τος τος, τῆς δὲ ἀπειρίας ὁδὸν τῇ γενέσει ἐνδιδούσης καὶ ἀναζωπυρούσης ⸢τὸ ἤδη πρὸς παῦ⸣λαν ἀποκλινόμενον καὶ κεκμηκὸς τῶν γινομένων τῇ ἀσθενείᾳ τῆς ὕλης καὶ βίου πάλιν ἄλλου σπέρματα παρεχομένης τῷ ἐνδελεχεῖ τῆς διαδοχῆς καὶ ἀπεράντῳ τῆς κινήσεως. ~⸢V⸣Δ παμπόλλους τινὰς εἶναι τοὺς κόσμους] Δημόκριτον διαπαίζει. ~ΓφΩΔ ἕτερος —πόλεμον τῶν ὅλων πατέρα] Ἐμπεδοκλέα μωκᾶται. ~ΓΦΩΔ. Addunt φΔ: διὰ τὸ νεῖκος. ~