Ancient Greek
Ἰκαρομένιππος ὑπερνέφελος.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 9-4
Not analysed yet
ἀριθμός τις ὁ θεός] Πυθαγόραν λέγει. ~ΓVΦΩΔ κατὰ κυνῶν —ἐπώμνυντο] Σωκράτην φησίν. ~ΓVΦΩΔ ἑνὶ μόνῳ τὴν τῶν ὅλων ἀρχήν] εἰς Μωσέα ἀποτείνεται τάχα. ~ΓVΦΩΔ. Addit φ: ὁ ἐπίτριπτος. ~τὸν μέν τινα πρῶτον θεόν] Ἀριστοτέλην διαγελᾷ. ~ΓVΦΩΔ οἱ μὲν ἀσώματόν τι] τὸν Πλάτωνα· καὶ γὰρ αὐτὸς τὸν θεὸν καὶ τὴν ὕλην ἀσώματον ἔφασκεν ἐξ ἀναλογίας τοῦτο κατασκευάζων. ~VΦΔ οἱ δὲ ὡς περὶ σώματος] τοὺς Στωικοὺς λέγει. ~ΓΦΩΔ προνοεῖν —οὐ πᾶσιν ἐδόκουν οἱ θεοί] Ἐπικουρείους φησί. ~ΓVΦΩΔ . Addit Ω: καὶ αὐτὸς τοιοῦτος ὤν. ~παρηβηκότας*] γεγηρακότας. ~ΓV δορυφορήμασιν*] δορυφορήματα καλεῖται παρὰ τοῖς κωμικοῖς τὰ κωφὰ πρόσωπα, ἅτινα συνεξέρχεται μὲν τοῖς κωμῳδοῦσιν, αὐτὰ δὲ οὐδὲν διαλέγεται, καθάπερ οἱ δοῦλοι. ~ΓCVφΩΔ ἔνιοι δὲ κτλ. ]διασύρας ταῦτά φησιν. ~Δ