Ancient Greek
Ψευδοσοφιστὴς ἢ Σολοικιστής.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 8-3
Not analysed yet
νῦν δυνήσομαι*] βούλεται τὸ νῦν μέλλοντι μὴ συντάττεσθαι. ἐπεὶ οὖν τὸ δυνήσεσθαι μέλλοντος, ἐπιλαμβάνεται αὐτοῦ ὡς μὴ συνιέντος σολοικίσαντα. ~ΓVMΟΩ τὸ ἀνέῳγεν βούλονται μὴ λαμβάνεσθαι ἐπὶ παθητικῆς διαθέσεως. ἀλλ’ οὐκ ἀκριβῶς τοῦτο· χρῆται γὰρ μετὰ πολλῶν καὶ ἄλλων ὁ Πλάτων παθητικῶς ἐν Φαίδωνι [59 D] ἀνεῴγετο λέγων ἡ θύρα οὐ πάνυ πρωι. ~ΓCVMΟΩ ἱππεῖς* εἰς πεδίον καλεῖν] καὶ τοῦτο παρὰ τὴν συνήθειαν· ἵππον γὰρ εἰς πεδίον φαμὲν καλεῖν, ἀλλ’ οὐχ ἱππεῖς. ~VΓΜΟΩ