Ancient Greek
Ζεὺς τραγῳδός.
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 8-5
Not analysed yet
ἐπηυγάζεσθαι*] γράφεται καὶ ἐπηλυγάζεσθαι. διὰ τοῦ η̄ γραπτέον· ἀπὸ τοῦ ἠλύγη γάρ ἐστι συντεθειμένον, ὃ σημαίνει τὴν σκοτίαν. ~Δ Βενδῖς* κτλ.] οὗτοι παρ’ Αἰγυπτίοις ἐτιμῶντο. ~ΓΟΩΔ —]ὅτι ἡ μὲν Βενδῖς Θρᾳκεία θεός, ὁ δὲ Ἄνουβις Αἰγύπτιος, ὃν οἱ λόγοι καὶ κυνοπρόσωπον εἶναι, ὁ Μίθρας Περσικός, ὁ Μὴν Φρύγιος. ~CVΔ Μίθρης*] παρὰ Πέρσαις. ὁ αὐτὸς δὲ οὗτος τῷ Ἡφαίστῳ, ἄλλοι δὲ τῷ Ἡλίῳ φασίν. ~ΓVΩ. Addit V, quod est etiam in Δ (post 1. 4 Φρύγιος): ἐπεὶ οὖν οἱ βάρβαροι πλούτῳ ἐκόμων, εἰκότως καὶ πολυτελῶς τοὺς ἑαυτῶν θεοὺς κατεσκεύαζον. ~Ἄττις*] τὸν Ἄττιν Φρύγες σέβονται τὸν αὐτὸν ὄντα τῷ Διονύσῳ. φασὶ δὲ αὐτὸν καὶ θηλυδρίαν ὑπὸ Ῥέας τῆς τῶν θεῶν ἀποκοπέντα μητρός, ἐφ’ ᾧτε ἐρώμενον αὐτῆς ὑπάρξαι. ἔνιοι δὲ καὶ γνήσιον υἱὸν αὐτῆς ὄντα τοῦτο δι’ ἐκεῖνο παθεῖν αὐτόν φασι. τούτῳ οἱ ἱερατικῶς λειτουργοῦντες ἐκτεμνόμενοι πρότερον τὰ γεννητικὰ ἄρθρα ἀνετίθεντο οὕτως. διὰ ταῦτα καὶ νῦν παίζεται τοῦτο κατὰ πάντων εὐνούχων ὡς τῷ Ἄττιδι ἐπιτηδείων ἀνακεῖσθαι· ἁρμοδιώτερον δέ, εἰ κιναιδεύοιντο, καθότι καὶ αὐτὸς Ἄττις τοιοῦτος ἐπ’ ἀμφοτέρῳ τῷ μύσει ἐξεταζόμενος. ~ΓCVΟΩΔ