Ancient Greek
Work 80_9
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 9.1
Not analysed yet
κεκτημένη] ὡς ἐπίπαν Ἀττικοὶ ἐπὶ τῶν δεσποινῶν οὕτω κέχρηνται τῷ κεκτημένη, σπανιώτερον δὲ τῷ δέσποινα, οὐ μέντοι καὶ ἐπὶ τοῦ κυρίου. ~RS Παρμένων] ὄνομα δουλικὸν ὁ Παρμένων, ὥσπερ ὁ Δρόμων καὶ ὁ Τίβιος καὶ ὅσα ἄλλα ἢ ἀπὸ γένους καλεῖται, ὡς ὁ Φρύγιος, ἢ καὶ ἀπὸ τρόπου, 〈ὡς〉 ὁ νῦν Παρμένων —παρὰ τὸ παραμένειν γάρ —,ἢ ἀπὸ ἐνεργείας, ὥσπερ ὁ Δρόμων. ~R οὐκ ἔδει τοῦτο κτλ.] γέλως ταῦτα καὶ διασυρμὸς τῶν κολάκων καὶ ἐθελοδούλων. ~S