Ancient Greek
9.2 to 9.5
Scholia in Lucianum, Scholia in Lucianum (scholia vetera et recentiora Arethae) 9.2-5
Not analysed yet
ψῆφος —τῶν τριχρώμων] ὅτι τρίχρωμος λίθος ὁ σαρδόνυξ λέγεται. ~Vat. 942 εὖ γε, οἴχου] ἀντὶ τοῦ ἀπόλωλας. ~MN σὺ γὰρ ἀλεκτρυόνα κτλ. ]διασυρμὸς στρατιωτικῆς ἀλαζονείας. ~S διμοιρίτης λέγεται ὁ διπλοῦν μισθὸν λαμβάνων, ὡς δὲ ἔνιοι, ὁ τέσσαρας ὀβολοὺς λαμβάνων· ὡς εὐκαταφρονήτου γὰρ τῆς τάξεως οὔσης μνημονεύουσιν. ~RMS X μὴ* ὥραισιν] Ἀττικὸν τοῦτο, σόλοικον μέν· ἐχρῆν γὰρ μὴ ὥρας ἵκοιτο· πλὴν ἡδὺ τῷ Ἀττικῷ ἐπικεχρωσμένον τόνῳ. ~RN, cf. MS