Ancient Greek
Edition urn:cts:greekLit:tlg5031.tlg001.1st1K-grc1
Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora) 1.71
Not analysed yet
τὸ δὲ ἄγνου βρύα λευκὰ πρὸς ἀντιδιαστολὴν τέθεικεν, ἐπεὶ ἔστι καὶ μέλας ἄγνος. πολυανθὴς δέ ἐστιν ὁ λύγος τοῦ ἄγνου, ὃν ἐν τοῖς Θεσμοφορίοις ὑπεστρώννυντο αἱ γυναῖκες. ἀντιπράττει γὰρ πρὸς συνουσίαν· διὸ καὶ ἄγνος λέγεται, ἄγονός τις ὤν. Βρύα δὲ τὰ ἄνθη· καὶ Ὅμηρος (Il. Ρ 56) καί τε βρύει ἄνθεϊ λευκῷ. λευκὰ δὲ πρὸς ἀντιδιαστολὴν τῶν μελάνων. Τὸ δὲ σπέρμα τοῦ ἄγνου καὶ πινόμενον ἀπαλλάττει τῶν πυρετῶν καὶ ποιεῖ ἱδρῶτας, ὑδρωπικοῖς τε καὶ σπληνικοῖς βοηθεῖ εἰς κύστιν ἐκκαθαιρομένων τῶν ὑγρῶν. ὁμοίως δὲ καὶ τὸ πόλιον βοηθεῖ ἰκτερικοῖς, πολέμιον δέ ἐστι ταῖς κυούσαις γυναιξίν· ἐκβάλλει γὰρ τὰ ἔμβρυα. ὁ δὲ ὀνόγυρός ἐστιν εἶδος βοτάνης. [καὶ ὀνόγυρος δὲ εἶδος θάμνου. καλοῦσι δὲ αὐτὸν οἱ μὲν ἀνάγυρον, οἱ δὲ ὀνόγυρον, οἱ δὲ ἄκοπον, οἱ δὲ ἁγνάκορον, οἱ δὲ ὀζόγυρον G] ἐμπρίοντα δὲ τὸν ἀκανθώδη καὶ τραχὺν εἶπεν· πριονώδη γάρ ἐστι τὰ αὐτοῦ φύλλα.