Ancient Greek
1.73 to 1.92
Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora) 1.73-92
Not analysed yet
μόσχον δὲ τὸν κλάδον φησί. γράφεται δὲ καὶ πολυαυχέα καὶ πολυανθέα. τὰ δὲ σκύρα ὄρεξιν τῶν ἀφροδισίων παρέχει τοῖς βουσίν. ὡς οὖν τῶν βουκόλων ἐπεχόντων τὰς βοῦς καὶ κοπιώντων σκύρα ἐχθρὰ εἴρηται. τὸ δὲ τάτ’ εἴαρι ἀντὶ τοῦ ἅτινα σίνατο καὶ ἔβλαψε τὸν βούτην, ἤγουν τὸν βουκόλον. ἐκτέμνει γὰρ ὑπὲρ τοῦ μὴ γεύεσθαι τὰς βοῦς αὐτῶν. οἱ δὲ τὸ ἐρυθράδιόν φασιν, ἐπεὶ φοινίσσεται τὰ δέρματα τῶν . γευομένων ζῴων. τὸ δὲ σκυρόωσι ἀντὶ τοῦ ὀργῶσιν ἢ σκιρτῶσιν ἢ ἐκμαίνωνται. τῶν γὰρ σκύρων γευσάμεναι αἱ βόες ἐκκλίνονται, καὶ ταῦτα τοῖς βουσὶ μανίας ἐστὶ παρασκευαστικά. Βούτην, βουκόλον. ταῦτα γὰρ βλάπτουσι τοὺς βουκόλους. οἱ γὰρ βόες τρώγοντες αὐτὰ ὁρμητικοὶ γίνονται πρὸς τὰ ἀφροδίσια καὶ φεύγουσι τὰς ἀγέλας, ὥστε ἀναγκάζονται οἱ βουκόλοι διώκειν. Ἡ δὲ πευκέδανος βοτάνη ἐστὶ πικρά. βαρύνεται δέ, ἵνα μὴ ιἦ ἐπίθετον. ἀγραυλέι κοίτῃ; τῇ ἐν τῷ ἀγρῷ γινομένῃ· ἡ δὲ λέξις ἀγροικική. χελείαις: ταῖς καταδύσεσι, παρὰ τὸ χεῖσθαι ἐν αὐταῖς τοὺς ὄφεις. κεδρίδας: τὸν καρπὸν τῆς κέδρου. ἔχουσι γὰρ αὗται ὑγρότητα ἐλαιώδη. τὸ δὲ λίπει ἔνι ἀντὶ τοῦ ἐν ἐλαίῳ τῷ ἐξ αὐτῶν, ὅπερ ἐστὶ ξηραντικόν. καὶ ἀλθηέντα τὸν πρὸς ὑγείαν λαμβανόμενον, ὅ ἐστι θεραπευτικόν. ὀδόντες δὲ οἱ δοίδυκες καὶ τριβεῖς. ἀντιπτώσει δὲ ἐχρήσατο. ἔδει γὰρ εἰπεῖν κνηστῆρος ὀδόντες. σιάλων: ὅτε γάρ ἐστι νῆστις ὁ ἄνθρωπος, τότε τὸν αὐτοῦ σίελον πόρρω φεύγει ὁ ὄφις. ἐπὶ χλωρηίδα νώτῳ: χλωρὰν ἐπὶ τῷ νώτῳ. ἰστέον δὲ ὅτι τινὲς βοτάνην λέγουσι τὴν κάμπην, τινὲς δὲ τὸ ζωύφιόν φασι. ἀγριάδος δὲ μαλάχης κατὰ συναλοιφην τῆς ἀγριομαλάχης, ἣν καὶ ἀλθαίαν καλοῦσι. καὶ ἐγκύμονα ἀθαλλῆ, ἁπαλόν, μήπω ἐξηνθηκότα. ἰαύοις: κοιμήσαιο ψήχεο δ’ ἐν στέρνῳ: το δὲ ἑξῆς, ἀνάτριβε δὲ ἐν τῇ κοιμυλόεντι: λότητι τῆς θυείας. μυλόεντι: ἢ τῷ λιθίνῳ ἢ τῷ μυλοειδεῖ. ὀράμνους δὲ τοὺς κλάδους. κατὰ συγκοπὴν δὲ εἶπεν, οἷον ὀροδάμνους παρὰ τὸ ὀρούειν.