Ancient Greek
Section 180b
Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora) 180b.257
Not analysed yet
ἄνθεσι δὲ χαλκοῦ ἀντὶ τοῦ χαλκάνθῳ, ἣν νῦν φασι καλακάνθην. ἄνθεος δέ ἐστιν χαλκοῦ τι γένος γινόμενον, ἐν οἷς ὁ χαλκὸς χωνεύεται καὶ καθίεται, πελιδνόν τε καὶ μᾶλλον ἔχον ἔγκιρρον τὴν πελιδνότητα· μικρὸν δὲ καὶ στρογγύλον καὶ παραπλήσιον τῷ σπέρματι τοῦ νάπυος· καὶ ἴσως τούτου μέμνηται ὁ Νίκανδρος. γράφεται δὲ καὶ ἄνθεσι χαλκης. οὕτως καὶ παρὰ Νουμηνίῳ, ῥέθεσίν γε μὲν εἴδετ’ ἐπ’ ἰχώρ ἠερόεις· τοτὲ δ’ αὖ μολίβῳ ἐναλίγκιον εἶδος ἀμφί ἑ κυδαίνει χάλκῃ ἴσον. ἔστι δὲ ἡ χάλκη ἄνθος, ἀφ’ οὗ καὶ τὴν πορφύραν ὠνόμασαν. ὁμοίως τὸ ἐμφερὲς τὸ ἐν τῇ Ἡρακλείᾳ, φολὶς δ’ ἀπέλαμπε φαεινή· ἄλλοτε μὲν κυανοῦ, τοτὲ δ’ ἄνθεσιν εἴσατο χαλκοῦ.