Ancient Greek
180b.258 to 180b.267
Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora) 180b.258-267
Not analysed yet
δολόεντα δὲ εἶπε τὸν κεράστην, ἐπεὶ ἐν τοῖς ἁμαξιτοῖς κρύπτων ἑαυτὸν ἀναιρεῖ τὸν τυχόντα. ἤτοι ὁ μὲν κόλος ἐστίν: ἀντὶ τοῦ κολοβὸς τοῖς κέρασι, τουτέστι μὴ ἔχων κέρατα· ὁ γὰρ ἔχις οὐκ ἔχει κέρατα· κόλος οὖν ἤτοι ὁ ἀκέρατος ἔχις. Ἢ τῷ μήκει ἐλάσσων ἐστίν. εἰσὶ δὲ κεράσται ἀκέρατοι οἳ καὶ κόλοι λέγονται. Πισύρεσσι δέ, ἐπεί εἰσι καὶ τετρακέρατοι κεράσται καὶ δίκεροι. ἁματροχιῇσιν: ἀντὶ τοῦ ἁρματροχιαῖς, λέγει γὰρ ταῖς χαράξεσι τοῦ τροχοῦ, ταῖς γινομέναις εἰ τὴν γῆν. ἐν αὐταῖς γὰρ κοιμᾶται ὁ κεράστης ἔχις. τὸ δὲ ἐνδυκὲς αὔει ἀντὶ τοῦ ἐπιμελῶς καὶ συνεχῶς κοιμᾶται ἢ διάγει. ἐξενήνεκται δὲ χωρὶς τοῦ ι. ἔστι δὲ τὸ πλῆρες ἰαύει. θοὸς ἀντία θύνει: ὁ ἔχις ἀντίον τρέχει ὀρθῶς καὶ συντόμως τῷ μηρύγματι, ἤτοι τῷ ἐπισπασμῷ τῆς γαστρός. αὐτὰρ ὅγε: ὁ δὲ κεράστης πλάγιος ἐπικυλίεται τῷ σώματι. τετρηχότι δὲ ἢ δασεῖ ἢ τραχεῖ· διὸ καὶ ἠχεῖ ἡ πορεία αὐτοῦ ἐκ δὲ τοῦ πορεύω γέγονε πορεία, ὥσπερ ἐκ τοῦ περισσεύω περισσεία.