Ancient Greek
Section 180b
Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora) 180b.288
Not analysed yet
ψολόεις: ἀντὶ τοῦ καυστικός, ἤγουν πεπυρακτωμένος διὰ τὴν ἐκ τῆς ἀλγηδόνος πύρωσιν (εἴωθε γὰρ τοῖς δηχθεῖσιν ἐπακολουθεῖν), ἢ διὰ τὸ διαπύρους ἔχειν τοὺς ὀφθαλμούς, ἢ διὰ τὸ κεκινημένον εἶναι καὶ τραχὺ τὸ δῆγμα. Ψολόεις: τρία σημαίνει ἡ λέξις. ἔστι γὰρ ψολόεν τὸ μέλαν, τὸ σποδοειδές, τὸ λαμπρόν· Εὐφορίων ἢ Αἴτνην ψολόεσσαν ἐναύλιον ἀστεροπαῖον. λιγνύν τε ψολόεσσαν ἀιδνήεντά τε καπνόν. καὶ Αἰσχύλος ἐν Βασσαρίσιν κάρφει παλαιῷ κἀπιβωμίῳ ψόλῳ.