Ancient Greek
180b.270 to 180b.286b
Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora) 180b.270-286b
Not analysed yet
τὸ δὲ ἀπόκρουστος ἤτοι πλαγιαζομένη ἢ ἀποκρουομένη ἢ κλυζομένη τῇ πνοῇ τοῦ λιβός. ἢ ἀπόκρουστος ὡσανεὶ ἀπόβλητος καὶ οἷον ἀποπεμπομένη καὶ ἀποβαλλομένη τῆς εὐθείας ὁδοῦ. Ἥλῳ ἐειδόμενον: ἧλος σκλήρωμά ἐστι περὶ τὰ πέλματα τῶν ποδῶν γινόμενον στρογγύλον καὶ παραπλήσιον τοῖς τῶν ἥλων κεφαλίοις. ἔστι δὲ ἧλος τὸ ἐπιδημίως καλούμενον καρφίον. φλύκταιναι: ἤτοι αἱ φλυκτίδες αἱ περὶ τὸ δῆγμα μικρὸν ἐπανιστᾶσαι καὶ ἀδιάγνωστοι περὶ τὴν πρόσοψιν. πέμφιξι δὲ ταῖς φύσαις, ταῖς ἐν τοῖς ὕδασι γινομέναις πομφόλυξιν. ἤτοι ἀφαυρότερον: δηλαδὴ ἀνεπαισθήτως ἀλγοῦσιν οἱ δηχθέντες. ἢ ἀσθενέστερον καὶ σύντονον. ἐπιφέρει γὰρ καὶ ἐννέα αὐγάς, ὅτι ἐπὶ ἐννέα ἡμέρας μόνον ζῶσιν οἱ δηχθέντες ὑπὸ κεράστου. οἷσι κεράστης: τὸ δὲ οἷσιν ἀντὶ τοῦ ᾧτινι. ἀπὸ γὰρ ἑνικοῦ μετῆλθεν εἰς πλῆθος, δέον εἰπεῖν ὅτε κεράστης. ἀσκελές: ἀδιαλείπτως, σκληρῶς, ἢ ἴσον ἐν τοῖς δύο βουβῶσι. μόγις γε μέν: νοητέον τὸ· μόγις γε μέν ἀντὶ τοῦ σπανίως. ἢ διχῶς γράφεται πολεῖς, ἵν’ ᾖ πολλοὶ ἐξέφυγον τὴν μοῖραν, ὡσανεὶ καὶ ἔζησαν. ὑπάρπεζον: Αἰτωλοὶ τὴν ὕπτιον καὶ λεῖον ὑπάρπεζόν φασιν. *οἱ μὲν τὴν αἱμασιάν, οἱ δὲ τὸν προάντη καὶ τραχὺν τόπον, οἱ δὲ λίθον. *μῆκος ἔχοντα ποδός. ἔστι δὲ πήχεως δίμοιρον ὁ ποῦς. αὐτὰρ ἐπ’ εὖρος: ἐπὶ δὲ τὸ εὖρος τέθρυπται, ὅ ἐστι τέθλιπαι. λεπτὸς γάρ ἐστιν ὅλος. ὁ γὰρ λόγος, ἀπὸ τῆς κεφαλῆς μέχρι καὶ τῆς οὐρᾶς τέθρυπται ἢ τέθλιπται καὶ λεπτός ἐστιν.