Ancient Greek
Section 180b
Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora) 180b.382
Not analysed yet
μάλκαι: τὴν μάλκην φησὶ Νίκανδρος ἐν Γλώσσαις ῥῖγος περὶ τοὺς πόδας καὶ χεῖρας, καὶ ὑποδείγματα τίθησιν πνεύματος ἀργαλέοιο πόνοιό τε μαλκίοντος. Δημήτριος δὲ διασπᾶσθαι διὰ τὸ ῥῖγος. ἡμῖν δ’ ἀρέσκει νῦν μαλκᾶν ναρκᾶν, δι’ οὗ τὸ ψῦχος σημαίνει. καὶ γὰρ αὐτὸς Νίκανδρος ὁτὲ μὲν ἐπὶ ψύχους ὁτὲ δὲ ἐπὶ τοῦ ναρκᾶν κέχρηται· καὶ ἐπὶ μὲν τοῦ ψύχους ἐν τῇ Σικελίᾳ τὸν τρόπον τόνδε, ὄμβρῳ τε κρυμῷ τε δέμας θ’ ὅτε δάμνατο μαλκόν· ἐπὶ δὲ τοῦ ναρκᾶν μόνον ἐν τοῖς Κιμμερίοις εἶπεν. Ἂλλως. μάλκαι: μαλακίαι, δυσκινησίαι διὰ τὸ κρύος. καθ’ ὑπερβολὴν δὲ λέγει. οἱ δὲ μάλκας τὰ χίμετλα, ἤγουν τὰς ῥήξεις τῶν χειρῶν καὶ τῶν ποδῶν.