Ancient Greek
180b.383 to 180b.387
Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora) 180b.383-387
Not analysed yet
Ξανάᾳ: θερμαίνει. τὰ ἐκ τοῦ ξαίνειν γενόμενα ταῖς γυναιξὶ πάθη ἐν χειμῶνι ξανάᾳ λέγεται, ὅτε τὰ ἄκρα τῶν δακτύλων δυσκίνητα ἔχωσιν αἱ γυναῖκες. ἐπιτήδειόν φησιν τὸ τῆς ἀμφισβαίνης δέρμα εἰς ἴασιν τῆς δυσκινησίας. ξανάᾳ οὖν ἀντὶ τοῦ ἐπιτείνεται. σμινύοιο: σιδήρεόν τι κατὰ μὲν τὸ ἕτερον δικέλλης ὀδόντι παραπλήσιον, κατὰ δὲ τὸ ἄλλο ἀξίνης ᾗ σκάπτουσι καὶ ξύλα κλῶσιν. τῆς δ’ ἕλμινθος πέλει: τῆς δὲ ἀμφισβαίνης, φησί, τὸ σῶμα λεπτὸν ὡς ἕλμινθος. καὶ γὰρ ἡ ἕλμις λεπτή ἐστιν, ᾗ παρείκασε τὰ λεγόμενα γῆς ἔντερα.