Ancient Greek
Section 180b
Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora) 180b.389
Not analysed yet
ῥωγάδα: κεχαραγμένην, τουτέστι τὸν φωλεόν. οὐ γὰρ αὕτη ἡ σκυτάλη γεύεται μαλάθρου, ὡς οἱ ἄλλοι, ὅταν, φησίν, ὑπὸ τοῦ ἡλίου τὸν περὶ τὰ μέλη φλοῦν ἀποβάλλῃ, τουτέστι τὸ γῆρας. Τὰ γὰρ ἄλλα ἑρπετὰ παραυτίκα ἐξιόντα ἐκ τῶν φωλεῶν ὁρμᾷ ἐπὶ τὴν μάλαθρον διὰ τὸ ἀμβλυωπεῖν, ἧς ἀποτρώγοντα ὀξυδερκέστερα γίνεται καὶ ὀξυωπέστερα, καθ’ ὃν καιρὸν καὶ τὸν φλοῦν, τουτέστι τὸ γῆρας, ἀποβάλλει, παρατριβόμενα κατὰ τὴν ἔξοδον ἐν ταῖς χειαῖς.