Ancient Greek
Section 180b
Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora) 180b.423
Not analysed yet
ἄρβηλοι δὲ λέγονται τὰ κυκλοτερῆ σιδήρια, οἷς οἱ σκυτοτόμοι τέμνουσι καὶ ξέουσι τὰ δέρματα. λάθαργοι δὲ οἱ ὑμένες καὶ τὰ ξύσματα τῶν δερμάτων. γναμπτόμενοι δέ, τουτέστι ξεόμενοι ὑπὸ τῶν ἀρβήλων, οἱονεὶ ὑπὸ τῶν σμιλῶν ἢ τῶν ξύστρων, οἱ λάθαργοι μυδόωσι, τουτέστι ὄζουσι γναμπτόμενοι ὑπὸ τοῖς ἀρβήλοις οἱ λάθαργοι. Γναμπτόμενοι γὰρ ξεόμενοι· ἐξ οὗ καὶ κναφεύς. λέγεται δὲ ἀρβύλη καὶ περὶ τὸν τοῦ Εὐριπίδου Ὀρέστην (v. 140 sq.) ἆ ἆ σιγᾶτε μὴ ψοφῆτε, μηδὲ ἔστω κτύπος ἐπὶ λεπτὸν ἴχνος ἀρβύλης.