Ancient Greek
180b.424 to 180b.437
Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora) 180b.424-437
Not analysed yet
Κώληπος: ἤγουν τοῦ ἀστραγάλου, ὡς Ὄμηρος (Il. Ψ 726) κόψ’ ὄπιθεν κώληπα τυχών. πνιγόεσσα δὲ ἤγουν χαλεπή, ὥστε τὸν ὀσφρανθέντα πνίγεσθαι. κεδαιομένη δὲ ἀντὶ τοῦ σκεδαννυμένη, οἱονεὶ μεριζομένη, κατὰ στέρησιν τοῦ σ. γράφεται καὶ κεδαννυμένη. πεδόωσι δὲ ἀντὶ τοῦ πεδοῦσιν, ἀμαυροῦσιν. ἅλυσθαίνοντος δέ, τουτέστιν ἀδημονοῦντος καὶ ἐν ἄλῃ τυγχάνοντος, ἤγουν ἀδημονίᾳ. ῥινοὶ δὲ πλαδόωσιν: ἀντὶ τοῦ δυσωδίαν πέμπουσιν αἱ βύρσαι αὐτῶν. νέμεθῶν δέ, ἤγουν νέμων, κατατρώγων καταδαπανᾷ καὶ δαμάζει. κακοσταθέοντα δὲ ἤγουν μηδ’ ὁπωσοῦν ἠρεμοῦντα καὶ μηδὲ ἱστάμενον, ἀλλὰ κακῶς ἑστῶτα, ἢ σειόμενον διὰ τὸ βαρεῖσθαι. οἳ δέ τε: τουτέστιν ἄλλοι πάλιν τῶν δηχθέντων μυκάζουσιν, οἱονεὶ ὡς αἶγες κράζουσιν, ἢ χασμῶνται κατὰ τὸν τρόπον τῶν αἰγῶν, ἢ βληχῶνται. περιπνιγέες δὲ ἀντὶ τοῦ περίπνιγοι, ἤγουν ὡσανεὶ περὶ τὸ πνίγεσθαι γίνονται. οὖρα δ’ ἀπέστυπται: ἤγουν ἀποστύπτεται ἢ ἀποστύφεται, ἀντὶ τοῦ ὠχρὰ φαίνεται. ῥέ δὲ ἤτοι πνευστιῶσι, ῥέγχουσι. ἐπιδίψιος ἄτη: τὸ δὲ ἐπιδίψιος ἄτη ἀντὶ τοῦ δίψῃ χαλεπῇ συνεχόμενοι οἱ ἄνθρωποι ἀποθνήσκουσι. τρόμον: καὶ γὰρ μετὰ τὰ προειρημένα πάντα καὶ τρόμος τις τοῖς μέλεσι τοῦ κάμνοντος περιτρέχει καὶ γίνεται.