Ancient Greek
180b.473 to 180b.484a
Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora) 180b.473-484a
Not analysed yet
ἄγραυλοι: ὅτε οἱ ἄγραυλοι, τουτέστιν οἱ ποιμένες, καταλείψαντες τὰ ἔργα τῶν νομέων, τουτέστι τοῦ βόσκειν, καταψύχωσιν ἑαυτοὺς καὶ τὰ θρέμματα ὑπὸ ταῖς μακεδναῖς, ἤγουν ἐπιμήκεσιν ἐλάταις, τουτέστιν ἐν ταῖς σκιαῖς. καταπλέξῃ δὲ ἀντὶ τοῦ ἀγρεύσῃ. ἢ περιπλέξῃ, ἤγουν περιπλακῇ. καὶ τὸ μαστίζων, ἑαυτὸν δηλονότι τῇ οὐρᾷ, ἢ ὃν ἂν θέλῃ πλῆξαι [ἢ ἀντὶ τοῦ μαστίζων γράφεται λαιμώσσων, ἀντὶ τοῦ πεινῶν, ὡς Ἱππῶναξ λαιμώσσει δέ σου τὸ χεῖλος ὡς ἐρωλιοῦ]. καὶ κληῖδας τὰς σάς, ἤτοι τὰς τοῦ πληττομένου, ἢ τοῦ οἰκείου χαλινοῦ. σκολιήν: ἤτοι καμπας ἔχουσαν ὁδόν, ἀντὶ τοῦ μὴ εὐθεῖαν. καὶ δοχμὸς ἐναντιούμενος τῇ τοῦ ἑρπετοῦ πορείᾳ. τοῖος Θρηικίῃσιν: ἤτοι τοιοῦτος πλησιάζει. τὸν ἀσκαλαβώτην γαλεώτην οἱ Ἀττικοὶ καλοῦσιν. ἔοικε δὲ σαύρᾳ.