Ancient Greek
Section 180b
Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora) 180b.472
Not analysed yet
ἠὲ Σάου: καὶ γὰρ τὸ μὲν Σάον καὶ τὸ Μόσυχλον ὄρη εἰσὶ τῆς Σάμου. μέμνηται δὲ καὶ τούτων τῶν τόπων ἐν Λήμνῳ τε καὶ Σαμοθρᾴκῃ, τὰς νήσους ἑκατέρας ἀπὸ τούτων σημαίνων. ἐκαλεῖτο δὲ Σάος ἡ ὅλη Θρᾳκικὴ Σάμος. καὶ Μόσυχλον δὲ τὰ ὄρη τῆς Λήμνου, ὡς Ἀντίμαχος Ἡφαίστου πυρὶ εἴκελον, ἥν ῥα τιτύσκει δαίμων ἀκροτάτῃς ὄρεος κορυφῇσι Μοσύχλου· καὶ Ἐρατοσθένης φησί ἐν δέ οἱ ὄσσε κανθοῖς παμφαίνεσκε Μοσυχλαίῃ φλογὶ ἶσον.