Ancient Greek
Section 180b
Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora) 180b.584
Not analysed yet
ἄρκευθος: καὶ γὰρ ἄρκευθος καλεῖται ὁ καρπὸς τῆς κέδρου. ἔστι δὲ καὶ εἶδος βοτάνης. θερειλεχέος: ἐπεὶ πλατέα ἔχει τὰ φύλλα, ὥστε δύνασθαι ὑπ’ αὐτῶν σκεπάζεσθαι θέρους ὄντος. τὸν δὲ καρπὸν τῆς πλατάνου σφαιρία τινὰ τραχέα φησὶν εἶναι. ὁ δὲ τῆς κέδρου καρπὸς ἄρκευθος καλεῖται, ἐπεὶ καὶ αὐτὸ τὸ δένδρον ἄρκευθον καλοῦσιν. Ἄλλως. θερειλεχέος: ἤτοι σκιώδους ἢ παρὰ τὸ ἐν θέρει δύνασθαι ποιεῖν λέχος ἐκ τῶν φύλλων αὐτῆς. ὁ δὲ καρπὸς αὐτῆς σφαιρία τινὰ τραχέα ἐστίν, ὃν δὴ καὶ σφαίρην εἶπε.