Ancient Greek
180b.585 to 180b.601
Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora) 180b.585-601
Not analysed yet
Βουπλεύρου τε: Δημήτρος ὁ Χλωρὸς τὴν βούπλευρον δένδρον εἶναί φησιν. οὐκ ἔστι δέ, ἀλλὰ λάχανον, οὗ μνημονεύει Νίκανδρος ἐν τῷ ἐπιγραφομένῳ Ὑακίνθῳ καὶ Ἐπαίνετος ἐν τῷ περὶ λαχάνων. Ἀντίγονος δέ φησι καὶ Λύκωνα μεμνῆσθαι τοῦ λαχάνου. Ἰδαίας δέ ἐστιν ἢ Κρητικῆς ἢ ὀρεινῆς. Ἴδη γὰρ καταχρηστικῶς πᾶν ὄρος. πηρῖνα: ποτὲ μὲν τὸ ἀγγεῖον τῶν διδύμων, ποτὲ δὲ τὸ ἄκρον τοῦ αἰδοίου, ἐξ οὗ αἱ προρρεύσεις γίνονται. θοραίην δὲ σπερμαίνουσαν. θορὸς γὰρ τὸ σπέρμα, ὥς φησι καὶ ὁ Οππιανός. σώχειν: σώχειν ἐστὶ τὸ τρίβειν καὶ λειοῦν. κυάθεια οὐδετέρως εἶπεν, ὡς κύκλα καὶ λύχνα. λείπει δὲ τὸ πίε, ἢ φύρσας ἢ καὶ πιών. χολοιβόρον καὶ τὰ ἑξῆς: καὶ γὰρ χολοιβόρον τὸν βαρὺν καὶ σφοδρῶς χεόμενον λέγει, ἢ τὸν ὁμοίως τῇ χολῄ κατατρώγοντα. ἐρύξεις δὲ ἀντὶ τοῦ ἀποδιώξεις, κατάσχῃς καὶ κωλύσεις. ἑξάμορον: ἑξάμορον λέγεται τὸ ἕκτον τῆς κοτύλης. εὐώδεα δὲ κατ’ εὐφημισμόν (βαρύοδμος γάρ), ὡς τὴν χολὴν γλυκεῖαν, καὶ τὸ ὄξος γλυκάδιον, καὶ τοὺς ταχεῖς ἀργούς, ὥς φησιν Ὅμηρος (II. Α 50) οὐρῆας μὲν πρῶτον ἐπῴχετο καὶ κύνας ἀργούς. ἦτρον τὸ γονάτιον ἢ τὸν ὀμφαλὸν τοῦ νάρθηκος λέγει. ἢ ἦτρον τὴν ἐντεριώνην φησί. κυρίως δὲ ἦτρον ὁ μετὰ τὸν ὀμφαλὸν τόπος. καὶ μαρτυρεῖ „ἠτρίου ἱππείοιο“. ὀλόψας δὲ ἀντὶ τοῦ λεπίσας, κόψας. ἱππείου μαράθου: τὸ δὲ λεγόμενον ἱππομάραθον εἶδος βοτάνης ἐστί. Θεόφραστος δὲ (hist. plant. VII 6, 3?) λέγει τὸ ἱπποσέλινον, ὃ καὶ ἐν τοῖς πετρώδεσι τόποις γίνεσθαί φησι. ὠνόμασται δὲ διὰ τὸ μέγα εἶναι ἢ διὰ τὴν τῶν ἵππων στραγγουρίαν. τοῦτο δὲ σμυρνεῖον καὶ κόψειον καλοῦσί τινες, ὡς Ἀνακρέων ἐν τῷ περὶ ῥιζοτομικῆς. ἐλεοθρέπτου δὲ σελίνου τοῦ ἐν τοῖς ἕλεσιν ἤγουν ἑλώδεσι καὶ καθύγροις τόποις φυομένου καὶ τρεφομένου. ἐχεπευκέος: ἤγουν πικρᾶς, καθάπερ πεύκη· πικρὰ γὰρ καὶ αὕτη. δραχμάων δὲ δύο ἄχθη φησί, τουτέστιν ὁλκήν. θερειγενέος δὲ τοῦ ἐν θέρει γινομένου· ἢ ἀθερειγενέος, ἐπειδὴ τοῦ κυμίνου ὁ στάχυς καὶ ὁ καρπὸς ἀθέρας ἔχει, καθάπερ ἡ κριθή.