Ancient Greek
Section 180b
Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora) 180b.610
Not analysed yet
ἥντε μελισσαῖος ἕρπων: ὅπου, φησίν, οἱ δύο, ὁ Κάδμος καὶ ἡ Ἁρμονία, δράκοντες δασπλῆτες γενόμενοι τὸν νομὸν στείβουσι, τουτέστι τὸν πρὸς νομὴν ἐπιτήδειον τόπον πατοῦσι. δασπλῆτες δὲ ἤτοι φοβεροὶ καὶ χαλεποὶ τοῖς προσπελάζουσι καὶ δέους εἰσὶ ποιητικοί. ἐρείκη δὲ εἶδος βοτάνης, ἥτις φύλλα ἔχει τῷ κισσῷ παραπλήσια, μακρότερα δὲ καὶ παχύτερα. οὐλαμὸς δὲ νῦν ἡ τῶν μελισσῶν τάξις· κυρίως δὲ ἡ στρατιωτικὴ τάξις. καὶ τὸ ἕρπων δὲ καταχρηστικῶς εἴρηται ἀντὶ τοῦ ἱπτάμενος.