Ancient Greek
180b.603 to 180b.607
Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora) 180b.603-607
Not analysed yet
κυάθῳ: τουτέστι τρίτον τῷ κυάθῳ ἀντλούμενον, παρὰ τὸ ἀφύσσειν, οἷον τρεῖς κυάθους. εὐσταθέος δὲ τῆς ναρδοστάχυος δραχμὴν στήσας. γράφεται καὶ εὐστάχυος· ἢ εὐσταθέος, τουτέστι τοῦ ῥωστικοῦ. ὀκταπόδην: τουτέστιν καρκίνον ποτάμιον. ὀκτὼ γὰρ πόδας ἔχουσιν οἱ καρκίνοι. νεοβδάλτοιο δὲ ἀντὶ τοῦ νεωστὶ ἐβδαλμένου, τουτέστι πεπηγμένου, ἢ νεαμέλκτου. ἔστι δὲ ἀντίπτωσις, γενικὴ ἀντὶ δοτικῆς· ἔδει γὰρ νεοβδάλτῳ γάλακτι καρκίνον ἐνθρύψαιο. ἶρίν θ’ ἥν: κελεύει συμμίσγεσθαι τούτοις τὴν Ἰλλυρικὴν ἶριν. Δρίλων γὰρ ποταμὸς Ἰλλυρίδος καὶ Νάρων, ὃς διαχωρίζει Ἰλλυρικὴν καὶ Λιβύρνους. ἐνταῦθα καὶ ὁ Κάδμος καὶ ἡ Ἁρμονία ᾤκησαν, οἳ καὶ εἰς ὄφεις μετεβλήθησαν, ὥς φησι καὶ Διονύσιος (v. 392) κεῖθι γὰρ εἰς ὀφίων σκολιὸν γένος ἠλλάξαντο.