Ancient Greek
180b.623 to 180b.625
Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora) 180b.623-625
Not analysed yet
ἢ αὐτοῦ σίνταο: καὶ γὰρ περὶ τοῦ ἔχιός φησι. τούτου γὰρ ἡ κεφαλὴ ἑψηθεῖσα μετὰ οἴνου ὠφελεῖ. ἐμπισθὲν δὲ ἤγουν ποτισθέν, ποθέν. ἑλιχρύσοιο: τὸ ἑλίχρυσον ἄνθος ἐστίν, οὗ μέμνηται καὶ Θεόκριτος (1, 30). πολυδευκέος δὲ τοῦ γλυκέος, τοῦ ἡδυτάτου. δεῦκος γὰρ τὸ γλυκὺ παρ’ Αἰτωλοῖς, ὅθεν ἀδευκὴς ὁ πικρός. ἄνθην δὲ θηλυκῶς εἶπε τὸ ἄνθος.