Ancient Greek
Section 180b
Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora) 180b.628a
Not analysed yet
κόρκορον: εἶδος βοτάνης ἐστὶν ἢ λαχάνου εὐτελοῦς· ὅθεν καὶ παροιμία “καὶ κόρκορος ἐν λαχάνοις”. ἔστι δὲ ἀεὶ κατακλινόμενον· ὅθεν καὶ μυόεν αὐτὸ εἶπεν, οἷον μεμυκότα φύλλα ἔχον. Ἄλλως. καὶ Ἡσίοδος (O. et D. 508) μέμυκε δὲ γαῖα καὶ ὕλη. πάντα γὰρ τῷ χειμῶνι συνεσταλμένα εἰσὶ καὶ ἠσφαλισμένα. Πανάκτειόν τε: τὴν ὁμοίαν πεκτείῳ. φησὶν Διοκλῆς τὴν κονίλην ὑφ’ ὧν μὲν ἡράκλειον καλεῖσθαι καὶ ὀρίγανον, ὑφ’ ὧν δὲ ἀγρίαν ὀρίγανον καὶ πάνακες. φησὶ Πέτριχος ἐν τῷ Ὀφιακῷ ὅτι Κόνιλος εὑρὲ τὴν βοτάνην. τινὲς δὲ πανάκειαν κατὰ ἀφαίρεσιν τοῦ τ τὴν πάντα ἰωμένην. δόναται δὲ καὶ πανάκτειον λέγεσθαι, ἤγουν ἐπὶ πάσῃ ἀκτῇ φυομένη. Ἄλλως. πανάκτειος καὶ κονίλη ταὐτό ἐστι, ταυτὸ ὃ καὶ ἡράκλειόν φασι καὶ ὀρίγανον.