Ancient Greek
180b.628b to 180b.635
Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora) 180b.628b-635
Not analysed yet
Σὖν καὶ ὄνου: οὕτω λεγόμενον ἀντὶ τοῦ ὀνόφυλλον. στρομβεῖα δὲ ψώχοιο ἀντὶ τοῦ περιφερῆ καρπὸν λείωσον. καὶ τὸ κακῆς ἐμφόρβια νούσου οἱονεὶ δαπανπικὰ τῆς νόσου, δι’ ὡν ἡ νόσος ἐσθίεται, ἤτοι θεραπεύεται. ἄγρει μήν: ἀντὶ τοῦ ἄγε μὴν ταῖς μικραῖς μηκωνίσι τὴν ὁμοίαν ῥάμνον κατὰ τὸ μέγεθος, τουτέστιν οὕτω μικρὸν κλάδον ῥάμνου. ῥάμνος δὲ φυτὸν ἀκανθῶδες. ἐρσομένην ἤγουν βρεχομένην, δροσιζομένην, αὐξανομένην. φιλέταιριν δέ, σημειωτέον ὅτι τὸ ἀκανθῶδες φυτὸν, ἡ ῥάμνος, παρὰ Μυσοῖς καὶ Λυδοῖς φιλέταιρις ὀνομάζεται. Τμῶλος δὲ ὄρος Λυδίας. παραὶ Γύγαό τε: ἤτοι Γύγου τοῦ βασιλέως σῆμα, ὥς φησιν Ἱππῶναξ ἐν τῷ πρώτῳ τῶν [Λυδίας] ἰάμβων· ἢ τὴν Γυγαίαν λίμνην λέγει ἀπὸ Γύγου τοῦ ἑκατογχείρου. Γυγαία γὰρ λίμνη Λυδίας. ὁ δὲ Τμῶλος ὄρος Λυδίας καὶ Μυσίας. καὶ Παρθένιον λέπας ἀκρωτήριον τῆς Λυδίας οὕτω καλούμενον. Κίλβις ὄρος Λυδίας ἢ τόπος ἢ ποταμός, ἔνθα πολλοὶ ἵπποι νέμονται. ἄεργοι: οἱ μὴ ἕλκοντες ἅρματα. ἀργοὶ δὲ ἵπποι ἐκεῖ πρῶτον ἐτράφησαν. πρῶτον γὰρ καὶ αὐτοὶ ἠροτρίων. χιλεύουσι δὲ ἤγουν τρέφονται ἐσθίοντες ἢ καὶ ἐσθίουσιν.