Ancient Greek
180b.689 to 180b.694a
Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora) 180b.689-694a
Not analysed yet
σκύλακας δὲ καταχρηστικῶς τὰ τέκνα τῆς γαλῆς. λαιδρὴν δὲ τὴν εὐκίνητον καὶ ἀναιδῆ καὶ θρασεῖαν καὶ ἁρπακτικήν. πρόσπαιον δὲ πρόσφατον. ἀποσκύλαιο δέ, ἤγουν ἐκδείρειας. λάχνην δὲ τὸ δέρμα. καρφαλέου τουτέστι ξηροῦ ἢ ξηροποιοῦ. καθύπερθε: ἤτοι ὑπεράνω τῆς ἀυτμῆς τοῦ καταξήρου πυρὸς τοῦ σελάοντος, ἤγουν ἀναπτομένου. φύσει γὰρ τὸ πῦρ κατάξηρον καὶ θερμὸν κατὰ τὴν ἰδίαν φύσιν. καὶ αφόρδια γαστρός: ἤτοι πάντα τὰ ἔντερα γαλῆς λαβὼν καὶ τὰ σκύβαλα ῥῖψον ἔξω, αὐτὴν δὲ τὴν γαλῆν φύρσον, τουτέστι ταρίχευσον, καὶ πάσον ἅλατι καὶ ἐν σκιαῖς ξήρανον. τοῦτο γὰρ δηλοῖ τὸ ἠελίοιο δίχα, ἵν’ ᾖ σκιόψυκτον, ἵνα μὴ ἡ πιότης, ἤγουν τὸ ὑγρόν, ξηρανθῇ. σκίναρ δὲ γέννημα παρὰ τὸ σκιρτᾶν, ἢ τὸ σῶμα καὶ σκήνωμα.