Ancient Greek
Section 180b
Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora) 180b.694b
Not analysed yet
μήτι ἐνισκήλῃ νεαρόν: τουτέστι μὴ ξηράνῃ τὸ σῶμα τῆς γαλῆς ὁ ἥλιος προσελθὼν καὶ προσπεσὼν ὀξύς. δυσωδία γὰρ πεῥιέσται, ἣ τὴν ἰκμάδα ἀπόλλυσι. ὁ νοῦς ἅπας οὕτως, γαλῆς τέκνα ἢ αὐτὴν τὴν μητέρα ἀγρεύσας κτεῖνον καὶ ἐν πυρὶ τὰς τρίχας αὐτῆς καῦσον ἐκβαλὼν πάντα τὰ ἔγκατα αὐτῆς καὶ ἁλίσας ξήρανον ἐν σκιᾷ καί, ὁπότε χρῄζεις, λαβὼν μάχαιραν τὰ μὲν ὀστέα ἀφελὼν ῥῖψον, τὸ δὲ σῶμα τρίψας μετὰ οἴνου δὸς πιεῖν μετὰ σιλφίου ἢ ξηροῦ γάλακτος στροφάλιγγος, ὃ βέλτιον. Ἄλλως. λαβὼν τὴν γαλῆν ἔκδειρον αὐτὴν καὶ ξηράνας εἰς ὅλμον κόπτε συντόμως σὺν δυσὶ δραχμαῖς ἀριστολοχείας καὶ ἀπ’ αὐτοῦ τεσσάρων δραχμῶν ὁλκὸν στήσας δὸς μετὰ οἴνου πιεῖν πλήσας ποτήριον. Ἄλλως. γράφεται μὴ σύγ’ ἐνὶ σκύλῃ, ἤτοι μὴ σύγε, φησί, νεωστὶ τὸ σῶμα ξηράνας τῆς γαλῆς κατέργασο, ἀλλ’ ὁπόταν δι’ ἀνάγκην χρείαν αὐτῆς ἔχῃς.