Ancient Greek
180b.705 to 180b.708
Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora) 180b.705-708
Not analysed yet
ἀπὸ θυμὸν ουν ἀράξαι ἀντὶ τοῦ φόνευσον. μαύλιδι μαχαίρᾳ. βλοσυρόν, μέλαν, κακόν. κεράμῳ δὲ πίθῳ. νεοκμῆτι δὲ καινῷ ἐκ καμίνου. πελιδνὸν δ’ ἤγουν μέλανα. Οὐρὸν ἀπηθῆσαι: καὶ γὰρ οὐρὸς λέγεται ἡ ὑποστάθμη, ἤγουν τὸ ὑδατῶδες τοῦ πεπηγότος γάλακτος· νῦν δὲ ἐπὶ τοῦ αἵματος,ἤγουν τὸ λεπτὸν καὶ ἄποιον. ἡ δὲ σύνταξις οὕτως, τὸν πελιδνὸν οὐρόν, ἤτοι τὸ πλαδάον, ἤγουν ὑγρόν, ἀπηθῆσαι, τουτέστι διυλίσαι ἐν λαεργέι μάκτρῃ, ὅ ἐστι λιθίνῃ θυίᾳ καὶ ἴγδῃ. πελιδνὸν δὲ τὸν μέλανα καὶ σεσηπότα καὶ ἰχωρώδη.