Ancient Greek
Section 180b
Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora) 180b.703
Not analysed yet
ἤτοι ὅταν: ὁ νοῦς ἅπας οὕτως, ὅταν ἐπὶ τῆς χέρσου τις ἀπὸ τῆς θαλάσσης ἐκβάλῃ χέλυν, ἀνάστρεψον αὐτὴν ὑπτίαν καὶ μαχαίρᾳ κεντήσας δέξαι τὸ αἷμα αὐτῆς εἰς νέον καὶ ἄθικτον κέραμον καὶ τούτου τὸ ὑδατῶδες ἀνιμησάμενος ἔκχεε, τὸ δὲ καθαρὸν αἷμα ξήρανον καὶ ἀπ’ αὐτοῦ ὡσεὶ τεσσάρων δραχμῶν τὸ βάρος ἔχον μίσγε μετὰ ἀγριοκυμίνου δύο δραχμῶν καὶ λαγωοῦ πυτίας δύο δραχμῶν καὶ τοῦτο λειάνας ψῦξον καὶ ἀπ’ αὐτοῦ δραχμῆς τὸ βάρος κόψας δὸς πιεῖν μετὰ οἴνου. Βροτόλοιγον: ὅταν τὴν βροτόλοιγον χελώνην ὑπὲρ τῶν αἰγιαλῶν τοῦ πόντου ἐξέλκωσιν οἱ ἀσπαλιεῖς, ἤγουν οἱ ἁλιεῖς, ταύτην ἀνατυπώσας, τουτέστιν ὑπτίαν ποιήσας καὶ ἀναστρέψας ἐπὶ νῶτον, τὴν κεφαλὴν αὐτῆς ἀπόκοψον χαλκῇ μαχαίρᾳ.