Ancient Greek
180b.791 to 180b.797
Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora) 180b.791-797
Not analysed yet
τῶν δὴ καὶ γενεήν: ἐξ ὧν, φησι, καὶ τὴν γενεὰν ἔμμορον, ἤγουν ἔλαχον καὶ ἔτυχον. φασὶ γὰρ ὅτι ὁ πάγουρος οὗτος, ἐπὰν ἀγρευθῇ παρὰ τῶν ἁλιέων, εἰ δυνηθῇ ἀποδρᾶσαι καὶ εἰσελθεῖν εἰς τρώγλην, ἐκεῖ ἀποθνήσκει, καὶ ἐκ τοῦ σκήνους αὐτοῦ γίνονται οἱ σκορπίοι οὗτοι. τὸ δὲ πολυρροίζοιο θαλάσσης γράφεται καὶ πολυφλοίσβοιο καὶ πολυστίοιο ἀντὶ τοῦ πολυψήφου. ἰχθυβολῆες δὲ οἱ ἁλιεῖς καὶ δελεαστρέες οἱ δελεάζοντες τοὺς ἰχθῦς. μυοδόκοις: ἀντὶ τοῦ ἐν ταῖς μυοδόχοις τρώγλαις, ὅπου τὰ κακόφθορα τέκνα αὐτῶν τῶν μυῶν. κακόφθορα δὲ κακῶς φθειρόμενα ἢ τὰ ἐπὶ κακῇ φθορᾷ τεχθέντα. γρώναις δὲ ταῖς τρώγλαις. καὶ καθ’ ἕρκεα ἀντὶ τοῦ κατὰ τοὺς οἴκους ἢ τὰς τρώγλας. καὶ μελίχλωρον, ἄλλος ἐστὶ σκορπίος ὀνομαζόμενος οὕτως, κηροειδὴς δέ, φλογοειδής. μελίχλωρον δὲ ἤτοι μελιτόχρουν. τὸ δὲ σπόνδυλος θηλυκῶς νῦν.