Ancient Greek
Section 180b
Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora) 180b.799
Not analysed yet
ἔχθιστος δ’ ὅγε: καὶ γὰρ ἔχθιστος τοῖς ἀνδράσι τυγ χάνει, εἰ βλάψειέ τινα τούτων. καὶ γὰρ ἐπὶ πολὺν χρόνον ἔχουσι τὰς ἀλγηδόνας. τῶν δὲ παίδων ἐὰν προσέλθῃ τινί, θάνατον εὐθὺς ἐπάγει. τούτοις δὲ τοῖς σκορπίοις περὶ τὰ νῶτα πτερὰ λευκὰ χέονται μάστακι σιτοφάγῳ, ἀντὶ τοῦ ἀκρίδι τῇ σιτοφάγῳ, ὅμοια. ἡ δὲ σύντάξις οὕτως, ἔχθιστος δ’ ὅγε ῥαιβὰ γυῖα φλογὶ ἴκελα ἀνδράσι φέρει, ἀντὶ τοῦ σκαμβὰ καὶ στρεβλὰ φέρει τὰ μέλη, τουτέστι στρεβλῶς περιπατεῖ οἷα καρκίνος.