Ancient Greek
Section 180b
Scholia in Nicandrum, Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora) 180b.805
Not analysed yet
οἶδά γε μήν: καὶ γὰρ ἐπαγγέλλεται εὑρεῖν ἀλεξητήρια φάρμακα πρὸς τὴν τῶν σκορπίων καὶ τῶν ἄλλων δακέτων πληγήν. καθ’ ὁμοιότητα τῷ βέμβικι καὶ ταῖς μελίσσαις μέτεισι ἐπὶ τὰ κέντρῳ ἀμυνόμενα ζῷα. τοιαῦτα γάρ ἐστι τῶν σκορπίων τὰ τύμματα οἷα τῶν βεμβίκων καὶ μελισσῶν. βέμβιξ δέ ἐστι ζῷον σφηκοειδὲς μέλαν κατὰ τὴν χροιὰν κέντρῳ χρώμενον, ὡς οἱ σφῆκες. μνημονεύει δὲ καὶ Παρμένων ἐν τοῖς ἰάμβοις. μόνος δὲ ὁ ἄρρην τῶν μελισσῶν κέντρον ἔχει, ἔστι δὲ ὅμοιον τῷ σφηκί. ἡ δὲ πεμφρηδὼν καὶ αὕτη ζῷόν ἐστι παραπλήσιον μελίσσῃ. καὶ ὁ ἴουλος δὲ εἶδος σφηκὸς ἢ σκώληκος τοῦ καλουμένου μυριόποδος. τοῖσι βολάων: ἤγουν τούτοις τοῖς βλαπτομένοις τῶν βολῶν καὶ τῶν δηγμάτων ἀλεξητήρια καὶ ἰάματα, οἷάπερ ἀλεξητήριά εἰσι καὶ ἐπὶ τοῦ βέμβικος τοῦ ὀρεστέρου. ὀρέστερον δὲ νῦν εἶπε τὸν ἄρρενα καὶ πλήττοντα τῷ κέντρῳ καὶ ἰοβόλον. εἰσὶ γὰρ καὶ θηλυκαὶ βέμβικες. τὰ οὖν αὐτά, φησιν, ἀλεξητήριά εἰσι καὶ ἐπὶ τῶν βεμβίκων.